Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.94 Joseph. AJ 9.98 (English) >>Joseph. AJ 9.102

9.96ἐδίδαξε δʼ αὐτὸν τά τʼ ἄλλα εἶναι κακὸν καὶ δὴ καὶ ξενικοὺς θεοὺς προσκυνεῖν Γοθολία θυγάτηρ μὲν Ἀχάβου συνοικοῦσα δʼ αὐτῷ. καὶ μὲν θεὸς διὰ τὴν πρὸς Δαυίδην ὁμολογίαν οὐκ ἐβούλετο τούτου τὸ γένος ἐξαφανίσαι, Ἰώραμος δʼ οὐ διέλειπεν ἑκάστης ἡμέρας καινουργῶν ἐπʼ ἀσεβείᾳ καὶ λύμῃ τῶν ἐπιχωρίων ἐθισμῶν. 9.97ἀποστάντων δὲ αὐτοῦ κατʼ ἐκεῖνον τὸν καιρὸν τῶν Ἰδουμαίων καὶ τὸν μὲν πρότερον ἀποκτεινάντων βασιλέα, ὃς ὑπήκουεν αὐτοῦ τῷ πατρί, ὃν δʼ ἐβούλοντο αὐτοὶ καταστησάντων Ἰώραμος μετὰ τῶν περὶ αὐτὸν ἱππέων καὶ τῶν ἁρμάτων νυκτὸς εἰς τὴν Ἰδουμαίαν ἐνέβαλε, καὶ τοὺς μὲν πέριξ τῆς αὑτοῦ βασιλείας διέφθειρε, περαιτέρω δʼ οὐ προῆλθεν. 9.98ὤνησε μέντοι τοῦτο ποιήσας οὐδὲ ἕν· πάντες γὰρ ἀπέστησαν αὐτοῦ καὶ οἱ τὴν χώραν τὴν καλουμένην Λαβίναν νεμόμενοι. ἦν δʼ οὕτως ἐμμανής, ὥστε τὸν λαὸν ἠνάγκαζεν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρῶν ἀναβαίνοντα προσκυνεῖν τοὺς ἀλλοτρίους θεούς. 9.99

Ταῦτα δʼ αὐτῷ πράττοντι καὶ τελέως ἐκβεβληκότι τῆς διανοίας τὰ πάτρια νόμιμα κομίζεται παρʼ Ἠλίου τοῦ προφήτου ἐπιστολή, τὸν θεὸν ἐδήλου μεγάλην παρʼ αὐτοῦ ληψόμενον δίκην, ὅτι τῶν μὲν ἰδίων πατέρων μιμητὴς οὐκ ἐγένετο, τοῖς δὲ τῶν Ἰσραηλιτῶν βασιλέων κατηκολούθησεν ἀσεβήμασι καὶ συνηνάγκασε τὴν Ἰούδα φυλὴν καὶ τοὺς πολίτας Ἱεροσολύμων ἀφέντας τὴν ὁσίαν τοῦ ἐπιχωρίου θεοῦ σέβειν τὰ εἴδωλα, καθὼς καὶ Ἄχαβος τοὺς Ἰσραηλίτας ἐβιάσατο,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.94 Joseph. AJ 9.98 (English) >>Joseph. AJ 9.102

Powered by PhiloLogic